Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ]. | ||
<<Joseph. AJ 17.157 | Joseph. AJ 17.163 (English) | >>Joseph. AJ 17.167 |
17.160μέλλειν συνείσεσθαι τὸ ἐφομιλῆσον αὐτοῦ .” καὶ οἱ μὲν ταῦτα πάντες ἔλεγον οὐδὲν ἐλλιπεστέρᾳ τῇ τόλμῃ τοῦ λόγου χρώμενοι , ᾗ θαρσήσαντες τὸ ἔργον πράττειν οὐκ ἀπετράποντο . βασιλεὺς δὲ αὐτοὺς καταδήσας μετέπεμπεν εἰς Ἱεριχοῦντα Ἰουδαίων τοὺς ἐν τέλει ,
17.161καὶ παραγενομένων ἐξεκλησίασεν εἰς τὸ αὐτὸ θέατρον ἐπὶ κλινιδίου κείμενος ἀδυναμίᾳ τοῦ στῆναι , γωνεῖστων τε ἐφόσον αἵτινες ἦσαν ἐπʼ αὐτοὺς γεγονυῖαι ἀνηριθμεῖτο ,
17.162καὶ τοῦ ναοῦ τὴν κατασκευὴν ὡς μεγάλοις τέλεσι τοῖς αὐτοῦ γένοιτο μὴ δυνηθέντων ἔτεσιν ἑκατὸν εἰκοσιπέντε τῶν Ἀσαμωναίου ἐν οἷς ἐβασίλευον τοιόνδε τι ἐπὶ τιμῇ πρᾶξαι τοῦ θεοῦ , κοσμῆσαι δὲ καὶ ἀναθήμασιν ἀξιολόγοις .
17.163ἀνθʼ ὧν ἐλπίδα μὲν αὐτῷ γενέσθαι καὶ μεθὸ θάνοι καταλελείψεσθαι μνήμην τε αὐτοῦ καὶ εὔκλειαν . κατεβόα τε ἤδη , διότι μηδὲ ζῶντα ὑβρίζειν ἀπόσχοιντο εἰς αὐτόν , ἀλλʼ ἡμέρας τε καὶ ἐν ὄψει τῆς πληθύος ὕβρει χρωμένους ἅψασθαι τῶν ὑπʼ αὐτοῦ ἀνακειμένων καὶ καθαίρεσιν ὑβρίζοντάς τε ποιεῖσθαι , λόγῳ μὲν εἰς αὐτόν , ἀλήθειαν δὲ εἴ τις ἐξετάζοι τοῦ γεγονότος ἱεροσυλοῦντας .
17.164
Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ]. | ||
<<Joseph. AJ 17.157 | Joseph. AJ 17.163 (English) | >>Joseph. AJ 17.167 |